Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 2.636 Joseph. BJ 2.642 (English) >>Joseph. BJ 2.647

2.639κατέβαινον δʼ εὐθέως δέκα τῶν Τιβεριέων οἱ δυνατώτατοι· καὶ τοὺς μὲν ἀναλαβὼν μιᾷ τῶν ἁλιάδων ἀνήγαγεν πορρωτέρω, πεντήκοντα δʼ ἑτέρους τῆς βουλῆς τοὺς μάλιστα γνωρίμους κελεύει προελθεῖν ὡς καὶ παρʼ ἐκείνων πίστιν τινὰ βουλόμενος λαβεῖν. 2.640ἔπειτα καινοτέρας σκήψεις ἐπινοῶν ἄλλους ἐπʼ ἄλλοις ὡς ἐπὶ συνθήκαις προυκαλεῖτο. 2.641τοῖς δὲ κυβερνήταις ἐκέλευσεν τῶν πληρουμένων διὰ τάχους εἰς Ταριχέας ἀναπλεῖν καὶ συγκλείειν τοὺς ἄνδρας εἰς τὸ δεσμωτήριον, μέχρι πᾶσαν μὲν τὴν

-- --

βουλὴν οὖσαν ἑξακοσίων, περὶ δὲ δισχιλίους τῶν ἀπὸ τοῦ δήμου συλλαβὼν ἀνήγαγεν σκάφεσιν εἰς Ταριχέας. 2.642

Βοώντων δὲ τῶν λοιπῶν αἴτιον εἶναι μάλιστα τῆς ἀποστάσεως Κλεῖτόν τινα καὶ παρακαλούντων εἰς ἐκεῖνον ἀπερείδεσθαι τὴν ὀργήν, Ἰώσηπος ἀνελεῖν μὲν οὐδένα προῄρητο, Ληουὶν δέ τινα τῶν ἑαυτοῦ φυλάκων ἐκέλευσεν ἐξελθεῖν, ἵνα ἀποκόψῃ τὰς χεῖρας τοῦ Κλείτου. 2.643δείσας δὲ ἐκεῖνος εἰς ἐχθρῶν στῖφος ἀποβήσεσθαι μόνος οὐκ ἔφη. σχετλιάζοντα δὲ τὸν Ἰώσηπον ἐπὶ τοῦ σκάφους Κλεῖτος ὁρῶν καὶ προθυμούμενον αὐτὸν ἐπιπηδᾶν ἐπὶ τὴν τιμωρίαν ἱκέτευεν ἀπὸ τῆς ἀκτῆς τὴν ἑτέραν τῶν χειρῶν καταλιπεῖν. 2.644κἀκείνου κατανεύσαντος ἐφʼ τὴν ἑτέραν αὐτὸς ἀποκόψειεν ἑαυτοῦ, σπασάμενος τῇ δεξιᾷ τὸ ξίφος ἀπέκοψεν τὴν λαιάν· εἰς τοσοῦτον δέους ὑπὸ τοῦ Ἰωσήπου προήχθη.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 2.636 Joseph. BJ 2.642 (English) >>Joseph. BJ 2.647

Powered by PhiloLogic